Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.55 Dem. 25.58 (English) >>Dem. 25.62

25.57ταύτην τὴν ἄνθρωπον, τὴν τοιαῦτʼ εὐεργετήσασαν αὐτόν, ὡς πολὺς παρʼ ὑμῖν ἔπνει καὶ λαμπρός, μεμφομένην τι καὶ τούτων ὑπομιμνῄσκουσαν καὶ ἀξιοῦσαν εὖ παθεῖν τὸ μὲν πρῶτον ῥαπίσας καὶ ἀπειλήσας ἀπέπεμψεν ἀπὸ τῆς οἰκίας, ὡς δʼ οὐκ ἐπαύεθʼ ἄνθρωπος, ἀλλὰ γυναίου πρᾶγμʼ ἐποίει καὶ πρὸς τοὺς γνωρίμους προσιοῦσʼ ἐνεκάλει, λαβὼν αὐτὸς αὐτοχειρίᾳ πρὸς τὸ πωλητήριον τοῦ μετοικίου ἀπήγαγεν· καὶ εἰ μὴ κείμενον αὐτῇ τὸ μετοίκιον ἔτυχεν, ἐπέπρατʼ ἂν διὰ τοῦτον, τῆς σωτηρίας αὐτὴ αἰτία ἐγεγόνει. 25.58καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, κάλει μοι τὸν τὴν ταφὴν τοῦ πατρὸς οὐκ ἀπειληφότα, καὶ τὸν τῆς δίκης διαιτητήν, ἣν ὑπὲρ τῆς πράσεως τῆς ἀδελφῆς ἔλαχεν αὐτῷ οὑτοσί, καὶ τὸ ἔγκλημα φέρε. κάλει δέ μοι πρῶτον πάντων τὸν τῆς Ζωβίας προστάτην, τῆς ὑποδεξαμένης αὐτόν, καὶ τοὺς πωλητάς, πρὸς οὓς ἀπήγαγεν αὐτήν. ὑμεῖς δʼ ἠγανακτεῖτʼ ἀρτίως εἰ τῶν τὸν ἔρανον φερόντων εἰς τὴν σωτηρίαν αὐτῷ κατηγόρει. μιαρόν, μιαρόν, ἄνδρες Ἀθηναῖοι, τὸ θηρίον καὶ ἄμεικτον. λέγε τὰς μαρτυρίας.Μαρτυρίαι

25.59τίς οὖν ἱκανὴ κατὰ τοῦ τοσαῦτα καὶ τοιαῦτα πεποιηκότος γένοιτʼ ἂν δίκη; τίς ἀξία τιμωρία; θάνατος μὲν γὰρ ἔμοιγε μικρὰ φαίνεται.

25.60ἓν τοίνυν εἰπὼν ἔτι τῶν ἰδίων αὐτοῦ πονηρευμάτων τὰ λοίπʼ ἐάσω. πρὶν γὰρ ἐξελθεῖν ἐκ τοῦ δεσμωτηρίου, ἐμπεσόντος ἀνθρώπου τινὸς Ταναγραίου πρὸς κατεγγύην, γραμματεῖον ἔχοντος, προσελθὼν καὶ λαλῶν ὁτιδήποθʼ ὑφαιρεῖται τὸ γραμματεῖον. αἰτιωμένου δὲ καὶ δεινὰ ποιοῦντος τἀνθρώπου, καὶ λέγοντος ὅτι οὐδεὶς ἄλλος ὑφῄρηται, εἰς τοῦτʼ ἀφικνεῖται βδελυρίας ὥστε τύπτειν ἐπεχείρησε τὸν ἄνθρωπον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.55 Dem. 25.58 (English) >>Dem. 25.62

Powered by PhiloLogic